Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 5.49.4 | Hdt. 5.49.8 (English) | >>Hdt. 5.51.1 |
5.49.6 Φρυγῶν δὲ ἔχονται Καππαδόκαι , τοὺς ἡμεῖς Συρίους καλέομεν . τούτοισι δὲ πρόσουροι Κίλικες , κατήκοντες ἐπὶ θάλασσαν τήνδε , ἐν τῇ ἥδε Κύπρος νῆσος κέεται · οἳ πεντακόσια τάλαντα βασιλέι τὸν ἐπέτειον φόρον ἐπιτελεῦσι . Κιλίκων δὲ τῶνδε ἔχονται Ἀρμένιοι οἵδε , καὶ οὗτοι ἐόντες πολυπρόβατοι , Ἀρμενίων δὲ Ματιηνοὶ χώρην τήνδε ἔχοντες .
5.49.7 ἔχεται δὲ τούτων γῆ ἥδε Κισσίη , ἐν τῇ δὴ παρὰ ποταμὸν τόνδε Χοάσπην κείμενα ἐστὶ τὰ Σοῦσα ταῦτα , ἔνθα βασιλεύς τε μέγας δίαιταν ποιέεται , καὶ τῶν χρημάτων οἱ θησαυροὶ ἐνθαῦτα εἰσί · ἑλόντες δὲ ταύτην τὴν πόλιν θαρσέοντες ἤδη τῷ Διὶ πλούτου πέρι ἐρίζετε .
5.49.8 ἀλλὰ περὶ μὲν χώρης ἄρα οὐ πολλῆς οὐδὲ οὕτω χρηστῆς καὶ οὔρων σμικρῶν χρεόν ἐστι ὑμέας μάχας ἀναβάλλεσθαι πρός τε Μεσσηνίους ἐόντας ἰσοπαλέας καὶ Ἀρκάδας τε καὶ Ἀργείους , τοῖσι οὔτε χρυσοῦ ἐχόμενον ἐστι οὐδὲν οὔτε ἀργύρου , τῶν πέρι καί τινα ἐνάγει προθυμίη μαχόμενον ἀποθνῄσκειν · παρέχον δὲ τῆς Ἀσίης πάσης ἄρχειν εὐπετέως , ἄλλο τι αἱρήσεσθε ;”
5.49.9 Ἀρισταγόρης μὲν ταῦτα ἔλεξε , Κλεομένης δὲ ἀμείβετο τοισίδε · “ὦ ξεῖνε Μιλήσιε , ἀναβάλλομαί τοι ἐς τρίτην ἡμέρην ὑποκρινέεσθαι .”
ch. 50
5.50.1
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 5.49.4 | Hdt. 5.49.8 (English) | >>Hdt. 5.51.1 |